Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.18 Dem. 40.21 (English) >>Dem. 40.25

40.20οὕτω τοίνυν τοῦ νόμου ἔχοντος, οἶμαι τουτονὶ Βοιωτὸν Μαντίθεον τι ποτʼ ἄλλο χαίρει προσαγορευόμενος, δικαίαν μὲν ἀπολογίαν καὶ ἀληθινὴν οὐδεμίαν ἕξειν εἰπεῖν, ἐπιχειρήσειν δὲ τῇ τόλμῃ καὶ τῇ θρασύτητι τῇ ἑαυτοῦ πιστεύοντα περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ, ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν, λέγων ὡς δημευθείσης τῆς τοῦ Παμφίλου οὐσίας, ὃς ἦν πατὴρ τῆς Πλαγγόνος, τὰ περιγενόμενα χρήματα πατὴρ ἐμὸς ἔλαβεν ἐκ τοῦ βουλευτηρίου, καὶ οὕτως ἀποφαίνειν πειρώμενος τὴν μὲν αὑτοῦ μητέρα ἐπενεγκαμένην προῖκα πλέον ἑκατὸν μνᾶς, τὴν δʼ ἐμὴν ἄπροικον φάσκων συνοικῆσαι. 40.21ταῦτα διέξεισιν, ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτʼ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλʼ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν. ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπʼ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν. 40.22ἐὰν γὰρ λέγῃ ὡς μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται. πρῶτον μὲν γὰρ Πάμφιλος πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλʼ ἔτι καὶ νῦν Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται. πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.18 Dem. 40.21 (English) >>Dem. 40.25

Powered by PhiloLogic